Home Page
Poem of Parmenides,
the greek text was established by us :
Copyright © Samuel Béreau
Link to Perseus.

I

Ἵπποι ταί με φέρουσιν, ὅσον τ' ἐπὶ θυμὸς ἱκάνοι,
πέμπον, ἐπεί μ' ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι
δαίμονος, κατὰ πάντ' ἄστη φέρει εἰδότα φῶτα·
τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι

[5] ἅρμα τιταίνουσαι, κοῦραι δ' ὁδὸν ἡγεμόνευον.
Ἄξων δ' ἐν χνοίῃσιν ἵει σύριγγος ἀυτήν
αἰθόμενος - δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
κύκλοις ἀμφοτέρωθεν -, ὅτε σπερχοίατο πέμπειν
Ἡλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός,

[10] εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας.
Ἔνθα πύλαι Νυκτός τε καὶ Ἤματός εἰσι κελεύθων,
καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός·
αὐταὶ δ' αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις·
τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιϐούς.

[15] Τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν.
πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
ἀπτερέως ὤσειε πυλέων ἄπο· ταὶ δὲ θυρέτρων
χάσμ' ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους
ἄξονας ἐν σύριγξιν ἀμοιϐαδὸν εἰλίξασαι

[20] γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι' αὐτέων
ἰθὺς ἔχον κοῦραι κατ' ἀμαξιτὸν ἅρμα καὶ ἵππους.
Καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
δεξιτερὴν ἕλεν, ὧδε δ' ἔπος φάτο καί με προσηύδα·
κοῦρ' ἀθανάτοισι συνάορος ἡνιόχοισιν,

[25] ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ,
χαῖρ', ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι
τήνδ' ὁδόν - γὰρ ἀπ' ἀνθρώπων ἐκτὸς πάτου ἐστίν -,
ἀλλὰ θέμις τε δίκη τε.Χρεὼ δέ σε πάντα πυθέσθαι
ἠμὲν Ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ

[30] ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
Ἀλλ΄ ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα
χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.

II


Εἰ δ' ἄγ' ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκούσας,
αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι·
μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι,
Πειθοῦς ἐστι κέλευθος - Ἀληθείῃ γὰρ ὀπηδεῖ - ,

[5] δ' ὡς οὐκ ἔστιν τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι,
τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν·
οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐὸν - οὐ γὰρ ἀνυστόν -
οὔτε φράσαις.

III

... τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι.

IV

Λεῦσσε δ' ὅμως ἀπεόντα νόῳ παρεόντα βεϐαίως·
οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι
οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον
οὔτε συνιστάμενον.

V

Ξυνὸν δὲ μοί ἐστιν,
ὁππόθεν ἄρξωμαι· τόθι γὰρ πάλιν ἵξομαι αὖθις.

VI

Χρὴ τὸ λέγειν τε νοεῖν τ' ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι,
μηδὲν δ' οὐκ ἔστιν· τά σ' ἐγὼ φράζεσθαι ἄνωγα.
Πρώτης γάρ σ' ἀφ' ὁδοῦ ταύτης διζήσιος <εἴργω>,
αὐτὰρ ἔπειτ' ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν

[5] πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.

VII

Οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ἐόντα·
ἀλλὰ σὺ τῆσδ' ἀφ' ὁδοῦ διζήσιος εἶργε νόημα·
μηδέ σ' ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω,
νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν

[5] καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύδηριν ἔλεγχον
ἐξ ἐμέθεν ῥηθέντα.

VIII

Μόνος δ' ἔτι μῦθος ὁδοῖο
λείπεται ὡς ἔστιν· ταύτῃ δ' ἐπὶ σήματ' ἔασι
πολλὰ μάλ', ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
ἐστι γὰρ οὐλομελές τε καὶ ἀτρεμὲς ἠδ' ἀτέλεστον·

[5] οὐδέ ποτ' ἦν οὐδ' ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν,
ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
πῇ πόθεν αὐξηθέν; οὔτ΄ ἐκ μὴ ἐόντος ἐάσσω
φάσθαι σ' οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν
ἔστιν ὅπως οὐκ ἔστι. Τί δ' ἄν μιν καὶ χρέος ὦρσεν

[10] ὕστερον πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν;
οὕτως πάμπαν πελέναι χρεών ἐστιν οὐχί.
Οὐδὲ ποτ' ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς
γίγνεσθαί τι παρ' αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι
οὔτ' ὄλλυσθαι ἀνῆκε Δίκη χαλάσασα πέδῃσιν,

[15] ἀλλ' ἔχει· δὲ κρίσις περὶ τούτων ἐν τῷδ΄ ἔστιν·
ἔστιν οὐκ ἔστιν· κέκριται δ' οὖν, ὥσπερ ἀνάγκη,
τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθής
ἔστιν ὁδός), τὴν δ' ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι.
Πῶς δ' ἂν ἔπειτα πέλοιτὸ ἐόν; πῶς δ' ἄν κε γένοιτο ;

[20] εἰ γὰρ ἔγεντ', οὐκ ἔστι, οὐδ' εἴ ποτε μέλλει ἔσεσθαι.
Τὼς γένεσις μὲν ἀπέσϐεσται καὶ ἄπυστος ὄλεθρος.
Οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον·
οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι,
οὐδέ τι χειρότερον, πᾶν δ' ἔμπλεόν ἐστιν ἐόντος.


[25] Τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει.
Αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν
ἔστιν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος
τῆλε μάλ' ἐπλάχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.
Ταὐτόν τ' ἐν ταὐτῷ τε μένον καθ' ἑαυτό τε κεῖται

[30] χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ Ἀνάγκη
πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει,
οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·
ἔστι γὰρ οὐκ ἐπιδεές· μὴ ἐὸν δ' ἂν παντὸς ἐδεῖτο.
Ταὐτὸν δ' ἐστὶ νοεῖν τε καὶ οὕνεκεν ἔστι νόημα.

[35] Οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν πεφατισμένον ἐστιν,
εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ <ἢ> ἔστιν ἔσται
ἄλλο πάρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ' ἐπέδησεν
οὖλον ἀκίνητόν τ' ἔμεναι· τῷ πάντ' ὄνομ' ἔσται,
ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,

[40] γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί,
καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείϐειν.
Αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστί
πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον

[45] οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ τῇ.
Οὔτε γὰρ οὐκ ἐὸν ἔστι, τό κεν παύοι μιν ἱκνεῖσθαι
εἰς ὁμόν, οὔτ' ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος
τῇ μᾶλλον τῇ δ' ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον·
οἷ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει.

[50] Ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα
ἀμφὶς ἀληθείης· δόξας δ' ἀπὸ τοῦδε βροτείας
μάνθανε κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
Μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν·
τῶν μίαν οὐ χρεών ἐστιν - ἐν πεπλανημένοι εἰσίν -

[55] τἀντία δ' ἐκρίναντο δέμας καὶ σήματ' ἔθεντο
χωρὶς ἀπ' ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ,
ἤπιον ὄν, μέγ'ἐλαφρόν, ἑωυτῷ πάντοσε τωὐτόν,
τῷ δ' ἑτέρῳ μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ' αὐτό
τἀντία νύκτ' ἀδαῆ, πυκινὸν δέμας ἐμϐριθές τε.

[60] Τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω,
ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσῃ.

IX

Αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνόμασται
καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς,
πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου
ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρῳ μέτα μηδέν.

X

Εἴσῃ δ' αἰθερίαν τε φύσιν τά τ' ἐν αἰθέρι πάντα
σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο
λαμπάδος ἔργ' ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,
ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης

[5] καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα
ἔνθεν ἔφυ τε καὶ ὥς μιν ἄγους΄ ἐπέδησεν Ἀνάγκη
πείρατ' ἔχειν ἄστρων.

XI

πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη
αἰθήρ τε ξυνὸς γάλα τ' οὐράνιον καὶ ὄλυμπος
ἔσχατος ἠδ' ἄστρων θερμὸν μένος ὡρμήθησαν
γίγνεσθαι.

XII

Αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο,
αἱ δ' ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα·
ἐν δὲ μέσῳ τούτων δαίμων πάντα κυϐερνᾷ·
πάντα γὰρ <ἣ> στυγεροῖο τόκου καὶ μίξιος ἄρχει

V πέμπουσ' ἄρσενι θῆλυ μιγῆν τό τ' ἐναντίον αὖτις
ἄρσεν θηλυτέρῳ.

XIII

Πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων ...

XIV

Νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον ἀλλότριον φῶς

XV

αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο.

XVa

ὑδατόριζον εἶπειν τὴν γῆν

XVI

Ὡς γὰρ ἕκαστος ἔχει κρᾶσιν μελέων πολυπλάγκτων,
τὼς νόος ἀνθρώποισι παρίσταται· τὸ γὰρ αὐτό
ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισιν
καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.

XVII

δεξιτεροῖσιν μὲν κούρους, λαιοῖσι δὲ κούρας ...

XVII

femina virque simul Veneris cum germina miscent,
venis informans diverso ex sanguine virtus
temperiem servans bene condita corpora fingit.
nam si virtutes permicto semine pugnent
nec faciant unam permixto in corpore, dirae
nascentem gemino vexabunt semine sexum.

XIX

Οὕτω τοι κατὰ δόξαν ἔφυ τάδε καί νυν ἔασι
καὶ μετέπειτ' ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα·
τοῖς δ' ὄνομ' ἄνθρωποι κατέθεντ' ἐπίσημον ἑκάστῳ.


POEM OF PARMENIDES
English translation :
John Burnet (1892)



I

the steeds that bear me carried me as far as ever my heart
Desired, since they brought me and set me on the renowned
Way of the goddess, who with her own hands conducts the man
who knows through all things. On what way was I borne

5 along; for on it did the wise steeds carry me, drawing my car,
and maidens showed the way. And the axle, glowing in the socket -
for it was urged round by the whirling wheels at eax
end - gave forth a sound as of a pipe, when the daughters of the
Sun, hasting to convey me into the light, threw back their veils

10 from off their faces and left the abode of Night.
There are the gates of the ways of Night and Day, fitted
above with a lintel and below with a threshold of stone. They
themselves, high in the air, are closed by mighty doors, and
Avenging Justice keeps the keys that open them. Her did

15 the maidens entreat with gentle words and skilfully persuade
to unfasten without demur the bolted bars from the gates.
Then, when the doors were thrown back,
they disclosed a widepening, when their brazen
hinges swung backwards in the

20 sockets fastened with rivets and nails. Straight through them,
on the broad way, did the maidens guide the horses and the car,
and the goddess greeted me kindly, and took my right hand
in hers, and spake to me these words: -
Welcome, noble youth, that comest to my abode on the car

25 that bears thee tended by immortal charioteers ! It is no ill
chance, but justice and right that has sent thee forth to travel
on this way. Far, indeed, does it lie from the beaten track of
men ! Meet it is that thou shouldst learn all things, as well
the unshaken heart of persuasive truth, as the opinions of

30 mortals in which is no true belief at all. Yet none the less
shalt thou learn of these things also, since thou must judge
approvedly of the things that seem to men as thou goest
through all things in thy journey."

II

Come now, I will tell thee - and do thou hearken to my
saying and carry it away - the only two ways of search that
can be thought of. The first, namely, that It is, and that it is
impossible for anything not to be, is the way of. conviction,

5 for truth is its companion.. The other, namely, that It is not,
and that something must needs not be, - that, I tell thee, is a
wholly untrustworthy path. For you cannot know what is
not - that is impossible - nor utter it;

III

For it is the same thing that can be thought and that can be.

IV





V





VI

It needs must be that what can be thought and spoken of is;
for it is possible for it to be, and it is not possible for, what is
nothing to be. This is what I bid thee ponder. I hold thee
back from this first way of inquiry, and from this other also,

5 upon which mortals knowing naught wander in two minds; for
hesitation guides the wandering thought in their breasts, so that
they are borne along stupefied like men deaf and blind.
Undiscerning crowds, in whose eyes the same thing and not the
same is and is not, and all things travel in opposite directions !

VII

For this shall never be proved, that the things that are not
are; and do thou restrain thy thought from this way of inquiry.
Nor let habit force thee to cast a wandering eye upon this
devious track, or to turn thither thy resounding ear or thy

5 tongue; but do thou judge the subtle refutation of their
discourse uttered by me.

VIII

One path only is left for us to
speak of, namely, that It is. In it are very many tokens that
what is, is uncreated and indestructible, alone, complete,
immovable and without end. Nor was it ever, nor will it be; for

5 now it is, all at once, a continuous one. For what kind of origin
for it. will you look for ? In what way and from what source
could it have drawn its increase ? I shall not let thee say nor
think that it came from what is not; for it can neither be
thought nor uttered that what is not is. And, if it came from

10 nothing, what need could have made it arise later rather than
sooner ? Therefore must it either be altogether or be not at
all. Nor will the force of truth suffer aught to arise besides
itself from that which in any way is. Wherefore, Justice does
not loose her fetters and let anything come into being or pass

15 away, but holds it fast.
" Is it or is it not ? " Surely it is adjudged, as it needs must
be, that we are to set aside the one way as unthinkable and
nameless (for it is no true way), and that the other path is real
and true. How, then, can what is be going to be in the

20 future ? Or how could it come into being ? If it came into
being, it is not; nor is it if it is going to be in the future. Thus is
becoming extinguished and passing away not to be heard of.
Nor is it divisible, since it is all alike, and there is no more
of it in one place than in another, to hinder it from holding
together, nor less of it, but everything is full of what is.

25 Wherefore all holds together; for what is; is in contact with what is.
Moreover, it is immovable in the bonds of mighty chains, without
beginning and without end; since coming into being
and passing away have been driven afar, and true belief has cast them away.
It is the same, and it rests in the self-same place, abiding in itself.

30 And thus it remaineth constant in its place; for hard necessity
keeps it in the bonds of the limit that holds it fast on every side.
Wherefore it is not permitted to what is to be infinite; for it is in need of nothing ; while, if it were infinite, it would stand in need of everything. It is the
same thing that can be thought and for the sake of which the thought exists ;

35 for you cannot find thought without something that is, to which it is
betrothed. And there is not, and never shall be, any time other, than that which
is present, since fate has chained it so as to be whole and immovable.
Wherefore all these things are but the names which mortals
have given, believing them, to be true –

40 coming into being and passing away, being and not being,
change of place and alteration of bright colour.
Where, then, it has its farthest boundary, it is complete on
every side, equally poised from the centre in every direction,
like the mass of a rounded sphere; for it cannot be greater or

45 smaller in one place than in another. For there is nothing
which is not that could keep it from reaching out equally, nor
is it possible that there should be more of what is in this place
and less in that, since it is all inviolable. For, since it is equal
in all directions, it is equally confined within limits.

50 Here shall I close my trustworthy speech and thought about the truth.
Henceforward learn the opinions of mortals,
giving ear to the deceptive ordering of my words.
Mortals have settled in their minds to speak of two forms, one of which
they should have left out, and that is where they go astray from the truth.

55 They have assigned an opposite
substance to each, and marks distinct from one another. To the
one they allot the fire of heaven, light, thin, in every direction
the same as itself, but not the same as the other. The other is
opposite to it, dark night, a compact and heavy body. Of these

60 I tell thee the whole arrangement as it seems to men,
in order that no mortal may surpass thee in knowledge.

IX

Now that all things have been named light and night; and the things
which belong to the power of each have been assigned to these
things and to those, everything is full at once of light and dark night,
both equal, since neither has aught to do with the other.

X

And thou shalt know the origin of all the things on high,
and all the signs in the sky, and the resplendent works of the
glowing sun’s clear torch, and whence they arose. And thou
shalt learn likewise of the wandering deeds of the round-faced

5 moon, and of her origin. Thou shalt know, too, the heavens
that surround us, whence they arose, and how Necessity took
them and bound them to keep the limits of the stars . . .

XI

How the earth, and the sun, and the moon, and the sky that is
common to all, and the Milky Way, and the outermost Olympos,
and the burning might of the stars
arose.

XII

The narrower circles are filled with unmixed fire, and those
surrounding them with night, and in the midst of these rushes
their portion of fire. In the midst of these circles is the divinity that directs
the course of all things; for she rules over all painful birth and all begetting,

5 driving the female to the embrace of the male, and the male to that of the female.

XIII

First of all the gods she contrived Eros.

XIV

Shining by night with borrowed light, wandering round the earth.

XV

Always straining her eyes to the beams of the sun.

XVa



XVI


XVII

On the right boys; on the left girls.

XVIII



XIX

Thus, according to men’s opinions, did things comp into
being, and thus they are now. In time (they think) they will
grow up and pass away. To each of these things men have
assigned a fixed name.